Comparer
Matthieu 27:57-66TR1550 57 ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ἁριμαθαίας τοὔνομα ἰωσήφ ὃς καὶ αὐτὸς ἐμαθήτευσεν τῷ ἰησοῦ
TR1550 58 οὗτος προσελθὼν τῷ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ τότε ὁ πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα
TR1550 59 καὶ λαβὼν τὸ σῶμα ὁ ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ
TR1550 60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
TR1550 61 ἦν δὲ ἐκεῖ μαρία ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαριά καθήμεναι ἀπέναντι τοῦ τάφου
TR1550 62 τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι πρὸς πιλᾶτον
TR1550 63 λέγοντες κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
TR1550 64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης
TR1550 65 ἔφη δὲ αὐτοῖς ὁ πιλᾶτος ἕχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
TR1550 66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées