Apocalypse 6:3-8
(Stephanus 1550)
3
καὶ ὅτε ἤνοιξεν τὴν δευτέραν σφραγῖδα ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος ἕρχου καὶ βλέπε
4
καὶ ἐξῆλθεν ἄλλος ἵππος πυῤῥός καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτῷ ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἀπὸ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξωσιν καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη
5
καὶ ὅτε ἤνοιξεν τὴν τρίτην σφραγῖδα ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος ἕρχου καὶ βλέπε καὶ εἶδον καὶ ἰδού ἵππος μέλας καὶ ὁ καθήμενος ἐπ᾽ αὐτῷ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ
6
καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν χοῖνιξ σίτου δηναρίου καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς
7
καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγουσαν ἕρχου καὶ βλέπε
8
καὶ εἶδον καὶ ἰδού ἵππος χλωρός καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ ὄνομα αὐτῷ ὁ θάνατος καὶ ὁ ᾅδης ἀκολούθει μετ᾽ αὐτοῦ καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἀποκτεῖναι ἐπὶ τὸ τέταρτον τῆς γῆς ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς
Références croisées
6:3 Ap 6:1, Ap 4:7Réciproques : Jr 15:2, Ap 6:7, Ap 8:1, Ap 10:2
6:4 Ap 12:3, Ap 17:3, Ap 17:6, Za 1:8, Za 6:2, Ap 13:10, Ex 9:16-17, Es 37:26-27, Ez 29:18-20, Dn 2:37-38, Dn 5:19, Jn 19:11, Ps 17:13, Es 10:5-6, Ez 30:24-25
Réciproques : Jr 12:12, Jr 16:5, Jr 38:2, Ez 14:21, Na 2:3, Za 14:3, Mc 13:8
6:5 Ap 6:1, Ap 4:6-7, Ap 5:5, Ap 5:9, Za 6:2, Za 6:6, Lv 26:26, Lm 5:10, Ez 4:10, Ez 4:16
Réciproques : Ap 6:7, Ap 8:1
6:6 Ap 9:4, Ps 76:10
Réciproques : 2R 7:1, Ez 1:5, Za 6:2, Mt 20:2, Mt 22:19, Jn 6:9, Ap 7:1, Ap 7:3
6:7 Ap 6:1, Ap 6:3, Ap 6:5, Ap 4:7
Réciproques : Ap 8:1
6:8 Za 6:3, Ap 20:13-14, Es 25:8, Os 13:14, Ha 2:5, 1Co 15:55, Ap 8:7-12, Ap 9:15, Ap 9:18, Ap 12:4, Lv 26:22-33, Jr 15:2-3, Jr 16:4, Jr 16:16, Jr 43:11, Ez 5:15-17, Ez 14:13-21
Réciproques : 2S 24:15, Jb 18:13, Ps 105:16, Ap 2:23, Ap 14:1