Lueur.org - Un éclairage sur la foi
Luc 2:41-52
(Stephanus 1550)
41 καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα ἀναβάντων αὐτῶν εἰς ἰεροσόλυμα, κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ἰησοῦς ὁ παῖς ἐν ἰερουσαλήμ καὶ οὐκ ἔγνω ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ 44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ ἐν τοῖς γνωστοῖς 45 καὶ μὴ εὑρόντες αὐτόν ὑπέστρεψαν εἰς ἰερουσαλὴμ ζητοῦντες αὐτὸν, 46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν τέκνον τί ἐποίησας ἡμῖν οὕτως ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε 49 καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐζητεῖτέ με οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς ναζαρέτ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς 52 καὶ ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις

Références croisées

2:41 Ex 23:14-17, Ex 34:23, Dt 12:5-7, Dt 12:11, Dt 12:18, Dt 16:1-8, Dt 16:16, 1S 1:3, 1S 1:21, Ex 12:14, Lv 23:5, Nb 28:16, Jn 2:13, Jn 6:4, Jn 11:55, Jn 13:1
Réciproques : 1S 1:22, Lc 2:27
2:42 Réciproques : Ex 23:17, 1S 1:22, Lc 4:16, Jn 4:45
2:43 2Ch 30:21-23, 2Ch 25:17
2:44 Ps 42:4, Ps 122:1-4, Es 2:3
Réciproques : Lc 2:46
2:45 Réciproques : Lc 2:46
2:46 Lc 2:44-45, 1R 12:5, 1R 12:12, Mt 12:40, Mt 16:21, Mt 27:63-64, Lc 5:17, Ac 5:34, Es 49:1-2, Es 50:4
Réciproques : Dt 33:3, 2R 4:38, Ps 26:8, Ps 84:10, Pr 20:11, Ez 20:1, Ag 2:7, Ml 3:1, Lc 8:35, Lc 10:39, Ac 22:3
2:47 Lc 4:22, Lc 4:32, Ps 119:99, Mt 7:28, Mc 1:22, Jn 7:15, Jn 7:46
Réciproques : Pr 20:11, Es 52:14, Mt 22:33, Lc 2:18, Lc 2:40
2:48 Réciproques : Mt 1:16, Lc 2:27, Lc 2:33, Lc 2:49
2:49 Lc 2:48, Ps 40:8, Ml 3:1, Mt 21:12, Jn 2:16-17, Jn 4:34, Jn 5:17, Jn 6:38, Jn 8:29, Jn 9:4
Réciproques : Ex 34:29, Ps 26:8, Mt 12:48, Mc 1:38, Mc 3:33, Jn 2:4, Jn 4:4
2:50 Lc 9:45, Lc 18:34
Réciproques : Mc 9:10, Mc 9:32
2:51 Lc 2:39, Mt 3:15, Mc 6:3, Ep 5:21, Ep 6:1-2, 1P 2:21, Lc 2:19, Gn 37:11, Dn 7:28
Réciproques : Gn 24:21, Dt 6:6, 1S 21:12, Jb 22:22, Ps 119:11, Pr 2:1, Pr 24:32, Es 53:2, Mc 9:10, Lc 1:29, Lc 1:66, Lc 2:27, Lc 4:16, Lc 9:44, Lc 18:37, Jn 7:28, Col 3:16, 1Tm 5:4
2:52 Lc 2:40, Lc 1:80, 1S 2:26, Pr 3:3-4, Ac 7:9-10, Rm 14:18
Réciproques : Jg 13:24, 1S 2:21, 1S 3:19, 2S 5:10, Ps 22:10, Pr 13:15, Es 7:15, Es 11:3, Es 53:2, Mt 12:48, Ac 2:47, Ac 4:33

Notes de la Bible Stephanus 1550

Cette version n'a pas de note