Luc 6:1-11
(Stephanus 1550)
1
ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσίν
2
τινὲς δὲ τῶν φαρισαίων εἶπον αὐτοῖς, τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τοῖς σάββασιν
3
καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ἰησοῦς οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν δαβὶδ, ὅποτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ ὄντες
4
ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν καὶ ἔδωκεν καὶ τοῖς μετ᾽ αὐτοῦ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς
5
καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου
6
ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἦν ἐκεῖ ἄνθρωπος καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά
7
παρετήρουν δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει ἵνα εὕρωσιν κατηγορίαν αὐτοῦ
8
αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα ἕγειραι καὶ στῆθι εἰς τὸ μέσον ὁ δὲ ἀναστὰς ἔστη
9
εἶπεν οὖν ὁ ἰησοῦς πρὸς αὐτούς ἐπερωτήσω ὑμᾶς τί ἔξεστιν τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀπολέσαι
10
καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν τῷ ἀνθρώπῳ, ἕκτεινον τὴν χεῖρά σου ὁ δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη
11
αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ ἰησοῦ
Références croisées
6:1 Ex 12:15, Lv 23:7, Lv 23:10, Lv 23:11, Lv 23:15, Dt 16:9, Mt 12:1-8, Mc 2:23-28, Dt 23:25Réciproques : Jn 9:14
6:2 Lc 6:7-9, Lc 5:33, Mt 12:2, Mt 15:2, Mt 23:23-24, Mc 2:24, Jn 5:9-11, Jn 5:16, Jn 9:14-16, Ex 22:10, Ex 31:15, Ex 35:2, Nb 15:32-35, Es 58:13
Réciproques : Dt 23:25, Ec 10:13, Jn 5:10
6:3 Mt 12:3, Mt 12:5, Mt 19:4, Mt 21:16, Mt 21:42, Mt 22:31, Mc 2:25, Mc 12:10, Mc 12:26, 1S 21:3-6, Mt 12:3-4, Mc 2:25-26
Réciproques : 1S 21:6
6:4 Lv 24:5-9
Réciproques : Lv 24:9, 1S 21:6
6:5 Mt 11:5-8, Mc 2:27, Mc 9:7, Ap 1:10
Réciproques : Jr 17:22, Mt 12:8, Mc 2:28
6:6 Mt 12:9-14, Mc 3:1-6, Lc 4:16, Lc 4:31, Lc 13:10, Lc 13:13, Lc 13:14, Lc 14:3, Mt 4:23, Jn 9:16, 1R 13:4, Za 11:17, Jn 5:3
Réciproques : Mt 12:2, Mt 12:10
6:7 Lc 13:14, Lc 14:1-6, Ps 37:32-33, Ps 38:12, Es 29:21, Jr 20:10, Mc 3:2, Jn 5:10-16, Jn 9:16, Jn 9:26-29, Lc 11:53-54, Lc 20:20, Mt 26:59-60
Réciproques : Es 29:20, Mt 12:10, Mt 23:24, Mt 27:6, Mc 10:2, Lc 6:2
6:8 Lc 5:22, 1Ch 28:9, 1Ch 29:17, Jb 42:2, Ps 44:21, Jn 2:25, Jn 21:17, He 4:13, Ap 2:23, Es 42:4, Jn 9:4, Ac 20:24, Ac 26:26, Ph 1:28, 1P 4:1
Réciproques : Mt 9:4, Mc 2:8, Mc 3:3, Lc 7:40, Lc 13:12, Lc 20:23
6:9 Lc 14:3, Mt 12:12-13, Mc 3:4, Jn 7:19-23, Lc 9:56
Réciproques : Mt 21:24, Mc 2:27, 1P 3:11
6:10 Mc 3:5, Ex 4:6-7, 1R 13:6, Ps 107:20, Jn 5:8
Réciproques : 1R 13:4, Ac 4:16
6:11 Lc 4:28, Ps 2:1-2, Ec 9:3, Ac 5:33, Ac 7:54, Ac 26:11, Mt 12:14-15, Mt 21:45, Jn 7:1, Jn 11:47, Ac 4:15, Ac 4:19, Ac 5:33
Réciproques : 1S 8:6, 2R 1:9, 2R 19:28, Ne 4:9, Jb 16:20, Ps 5:7, Ps 55:16, Ps 102:8, Ps 109:4, Ec 10:13, Jr 18:19, Dn 3:13, Mi 7:7, Mc 3:6, Lc 13:14, Jn 5:16, Ac 4:16, Ac 4:24