Comparer
1 Timothée 2:9-15TR1550 9 ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ
TR1550 10 ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι᾽ ἔργων ἀγαθῶν
TR1550 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ
TR1550 12 γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρός ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ
TR1550 13 ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη εἶτα εὕα
TR1550 14 καὶ ἀδὰμ οὐκ ἠπατήθη ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν
TR1550 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées