Lueur.org - Un éclairage sur la foi

Comparer

2 Corinthiens 13:1-6

TR1550 1 τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα

TR1550 2 προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι

TR1550 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν

TR1550 4 καὶ γὰρ εἴ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ ἀλλὰ ζήσομεθα σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς

TR1550 5 ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει ἑαυτοὺς δοκιμάζετε ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ἰησοῦς χριστὸς ἐν ὑμῖν ἐστίν εἰ μή τι ἀδόκιμοί ἐστε

TR1550 6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées