Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 16:1-5

TR1550 1 κατήντησεν δὲ εἰς δέρβην καὶ λύστραν καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ ὀνόματι τιμόθεος υἱὸς γυναικὸς τινος ἰουδαίας πιστῆς πατρὸς δὲ ἕλληνος

TR1550 2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν λύστροις καὶ ἰκονίῳ ἀδελφῶν

TR1550 3 τοῦτον ἠθέλησεν ὁ παῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις ᾔδεισαν γὰρ ἅπαντες τὸν πατὲρα αὐτοῦ ὅτι ἕλλην ὑπῆρχεν

TR1550 4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν ἰερουσαλήμ

TR1550 5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées