Comparer
Apocalypse 13:7-10TR1550 7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος
TR1550 8 καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ὧν οὗ γέγραπται τὰ ὄνοματα ἐν τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου
TR1550 9 εἴ τις ἔχει οὖς ἀκουσάτω
TR1550 10 εἴ τις αἰχμαλωσίαν συνάγει εἰς αἰχμαλωσίαν ὑπάγει εἴ τις ἐν μαχαίρᾳ ἀποκτενει δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées