Comparer
Apocalypse 18:9-11TR1550 9 καὶ κλαύσονται αὐτὴν καὶ κόψονται ἐπ᾽ αὐτῇ οἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾽ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
TR1550 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι ἐν μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου
TR1550 11 καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ᾽ αὐτῇ ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées