Comparer
Apocalypse 2:1-7TR1550 1 τῷ ἀγγέλῳ τῆς ἐφέσίνης ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν
TR1550 2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὗρες αὐτοὺς ψευδεῖς
TR1550 3 καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας
TR1550 4 ἀλλ᾽ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας
TR1550 5 μνημόνευε οὖν πόθεν ἐκπέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ἐὰν μὴ μετανοήσῃς
TR1550 6 ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν νικολαϊτῶν ἃ κἀγὼ μισῶ
TR1550 7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ὅ ἐστιν ἐν μέσῶ τοῦ παραδείσου τοῦ θεοῦ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées