Lueur.org - Un éclairage sur la foi

Comparer

Jean 7:1-13

TR1550 1 καὶ περιεπάτει ὁ ἰησοῦς μετὰ ταῦτα ἐν τῇ γαλιλαίᾳ οὐ γὰρ ἤθελεν ἐν τῇ ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ ἰουδαῖοι ἀποκτεῖναι

TR1550 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν ἰουδαίων ἡ σκηνοπηγία

TR1550 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν τὰ ἔργα σοῦ ἃ ποιεῖς

TR1550 4 οὐδεὶς γάρ ἐν κρυπτῷ τι ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ

TR1550 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν

TR1550 6 λέγει οὖν αὐτοῖς ὁ ἰησοῦς ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος

TR1550 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν

TR1550 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ταύτην ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται

TR1550 9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ γαλιλαίᾳ

TR1550 10 ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν οὐ φανερῶς ἀλλ᾽ ὡς ἐν κρυπτῷ

TR1550 11 οἱ οὖν ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον ποῦ ἐστιν ἐκεῖνος

TR1550 12 καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι δὲ ἔλεγον οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον

TR1550 13 οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν ἰουδαίων

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées