Lueur.org - Un éclairage sur la foi

Comparer

Luc 16:1-8

TR1550 1 ἕλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς αὐτοῦ ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ,

TR1550 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ τί τοῦτο ἀκούω περὶ σοῦ ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου οὐ γὰρ δύνήσῃ ἔτι οἰκονομεῖν

TR1550 3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾽ ἐμοῦ σκάπτειν οὐκ ἰσχύω ἐπαιτεῖν αἰσχύνομαι

TR1550 4 ἔγνων τί ποιήσω ἵνα ὅταν μετασταθῶ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους αὐτῶν

TR1550 5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ πόσον ὀφείλεις τῷ κυρίῳ μου

TR1550 6 ὁ δὲ εἶπεν ἑκατὸν βάτους ἐλαίου καὶ εἶπεν αὐτῷ δέξαι σου τὸ γράμμα, καὶ καθίσας ταχέως γράψον πεντήκοντα

TR1550 7 ἔπειτα ἑτέρῳ εἶπεν σὺ δὲ πόσον ὀφείλεις ὁ δὲ εἶπεν ἑκατὸν κόρους σίτου καὶ λέγει αὐτῷ δέξαι σου τὸ γράμμα, καὶ γράψον ὀγδοήκοντα

TR1550 8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées