Comparer
Luc 16:19-31TR1550 19 ἄνθρωπος δέ τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς
TR1550 20 πτωχὸς δέ τις ἦν ὀνόματι λάζαρος ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος
TR1550 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ
TR1550 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ ἀβραάμ ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη
TR1550 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὑπάρχων ἐν βασάνοις ὁρᾷ τὸν ἀβραὰμ ἀπὸ μακρόθεν καὶ λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ
TR1550 24 καὶ αὐτὸς φωνήσας εἶπεν πάτερ ἀβραάμ ἐλέησόν με καὶ πέμψον λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ
TR1550 25 εἶπεν δὲ ἀβραάμ τέκνον μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου καὶ λάζαρος ὁμοίως τὰ κακά νῦν δὲ ὅδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι
TR1550 26 καὶ ἐπὶ πάσιν τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται ὅπως οἱ θέλοντες διαβῆναι ἐντεῦθεν πρὸς ὑμᾶς μὴ δύνωνται μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν
TR1550 27 εἶπεν δέ ἐρωτῶ οὖν σε πάτερ ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου
TR1550 28 ἔχω γὰρ πέντε ἀδελφούς ὅπως διαμαρτύρηται αὐτοῖς ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου
TR1550 29 λέγει αὐτῷ ἀβραάμ ἔχουσιν μωσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν
TR1550 30 ὁ δὲ εἶπεν οὐχί πάτερ ἀβραάμ ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν
TR1550 31 εἶπεν δὲ αὐτῷ εἰ μωσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées