Comparer
Luc 2:46-52TR1550 46 καὶ ἐγένετο μεθ᾽ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς
TR1550 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ
TR1550 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν τέκνον τί ἐποίησας ἡμῖν οὕτως ἰδού, ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε
TR1550 49 καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐζητεῖτέ με οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με
TR1550 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς
TR1550 51 καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς ναζαρέτ καὶ ἦν ὑποτασσόμενος αὐτοῖς καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς
TR1550 52 καὶ ἰησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées