Comparer
Luc 5:1-11TR1550 1 ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην γεννησαρέτ
TR1550 2 καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα
TR1550 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν τοῦ σίμωνος ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους
TR1550 4 ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν σίμωνα ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν
TR1550 5 καὶ ἀποκριθεὶς ὁ σίμων εἶπεν αὐτῷ, ἐπιστάτα δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον
TR1550 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν ἰχθύων πλῆθος πολύ διεῤῥήγνυτο δὲ τὸ δίκτυον αὐτῶν
TR1550 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά
TR1550 8 ἰδὼν δὲ σίμων πέτρος προσέπεσεν τοῖς γόνασιν τοῦ ἰησοῦ λέγων, ἕξελθε ἀπ᾽ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
TR1550 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ἥ συνέλαβον
TR1550 10 ὁμοίως δὲ καὶ ἰάκωβον καὶ ἰωάννην υἱοὺς ξεβεδαίου οἳ ἦσαν κοινωνοὶ τῷ σίμωνι καὶ εἶπεν πρὸς τὸν σίμωνα ὁ ἰησοῦς μὴ φοβοῦ ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν
TR1550 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées