Comparer
Luc 9:10-17TR1550 10 καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης βηθσαϊδά
TR1550 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ καὶ δεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο
TR1550 12 ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ ἀπόλυσον τὸν ὄχλον ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοῦς ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν
TR1550 13 εἶπεν δὲ πρὸς αὐτούς δότε αὐτοῖς ὑμεῖς φαγεῖν οἱ δὲ εἶπον, οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ δύο ἰχθύες εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα
TR1550 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα
TR1550 15 καὶ ἐποίησαν οὕτως καὶ ἀνέκλιναν ἅπαντας
TR1550 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ
TR1550 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées