Comparer
Marc 15:1-14TR1550 1 καὶ εὐθὲως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ πιλάτῳ
TR1550 2 καὶ ἐπηρώτησεν αὐτὸν ὁ πιλᾶτος σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ σὺ λέγεις
TR1550 3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά
TR1550 4 ὁ δὲ πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου καταμαρτυροῦσιν
TR1550 5 ὁ δὲ ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν πιλᾶτον
TR1550 6 κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ἠτοῦντο
TR1550 7 ἦν δὲ ὁ λεγόμενος βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
TR1550 8 καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεί ἐποίει αὐτοῖς
TR1550 9 ὁ δὲ πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, φέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ἰουδαίων
TR1550 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς
TR1550 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν βαραββᾶν ἀπολύσῃ αὐτοῖς
TR1550 12 ὁ δὲ πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν ἰουδαίων
TR1550 13 οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν
TR1550 14 ὁ δὲ πιλᾶτος ἔλεγεν αὐτοῖς τί γὰρ κακόν ἐποίησεν οἱ δὲ περισσοτέρως ἔκραξαν σταύρωσον αὐτόν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées