Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 1:18-25

TR1550 18 τοῦ δὲ ἰησοῦ χριστοῦ ἡ γέννησις οὕτως ἦν μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ μαρίας τῷ ἰωσὴφ πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου

TR1550 19 ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν

TR1550 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων ἰωσὴφ υἱὸς δαβὶδ μὴ φοβηθῇς παραλαβεῖν μαριὰμ τὴν γυναῖκά σου τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου

TR1550 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἰησοῦν αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν

TR1550 22 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος

TR1550 23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ἐμμανουὴλ ὅ ἐστιν μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ φεός

TR1550 24 διεγερθεὶς δὲ ὁ ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὑτοῦ

TR1550 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ἰησοῦν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées