Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 12:1-8

TR1550 1 ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν

TR1550 2 οἱ δὲ φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ ἰδού οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ

TR1550 3 ὁ δὲ εἶπεν αὐτοῖς οὐκ ἀνέγνωτε τί ἐποίησεν δαβὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ

TR1550 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν ὃυς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις

TR1550 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν

TR1550 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μείζων ἐστιν ὧδε

TR1550 7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἕλεον θέλω καὶ οὐ θυσίαν οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους

TR1550 8 κύριος γάρ ἐστιν καί τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées