Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 15:21-28

TR1550 21 καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη τύρου καὶ σιδῶνος

TR1550 22 καὶ ἰδού γυνὴ χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραύγασεν αὐτῷ λέγουσα ἐλέησόν με κύριε υἱὲ δαβίδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται

TR1550 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες ἀπόλυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμῶν

TR1550 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ἰσραήλ

TR1550 25 ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα κύριε βοήθει μοι

TR1550 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις

TR1550 27 ἡ δὲ εἶπεν ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν

TR1550 28 τότε ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτῇ ὦ γύναι μεγάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées