Comparer
Matthieu 15:5-14TR1550 5 ὑμεῖς δὲ λέγετε ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς
TR1550 6 καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν
TR1550 7 ὑποκριταί καλῶς προεφήτευσεν περὶ ὑμῶν ἠσαΐας λέγων
TR1550 8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ
TR1550 9 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
TR1550 10 καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς ἀκούετε καὶ συνίετε
TR1550 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον
TR1550 12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ οἶδας ὅτι οἱ φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν
TR1550 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται
TR1550 14 ἄφετε αὐτούς ὁδηγοί εἰσιν τυφλοί τυφλῶν τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées