Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 21:33-41

TR1550 33 ἄλλην παραβολὴν ἀκούσατε ἄνθρωπος τις ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν

TR1550 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ

TR1550 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν

TR1550 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως

TR1550 37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων ἐντραπήσονται τὸν υἱόν μου

TR1550 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ

TR1550 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν

TR1550 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις

TR1550 41 λέγουσιν αὐτῷ κακοὺς κακῶς ἀπολέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées