Comparer
Matthieu 21:33-46TR1550 33 ἄλλην παραβολὴν ἀκούσατε ἄνθρωπος τις ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
TR1550 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ
TR1550 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
TR1550 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως
TR1550 37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων ἐντραπήσονται τὸν υἱόν μου
TR1550 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ
TR1550 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν
TR1550 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις
TR1550 41 λέγουσιν αὐτῷ κακοὺς κακῶς ἀπολέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν
TR1550 42 λέγει αὐτοῖς ὁ ἰησοῦς οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
TR1550 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς
TR1550 44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
TR1550 45 καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει
TR1550 46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées