Comparer
Matthieu 22:1-14TR1550 1 καὶ ἀποκριθεὶς ὁ ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων
TR1550 2 ημοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ
TR1550 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν
TR1550 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων εἴπατε τοῖς κεκλημένοις ἰδού τὸ ἄριστόν μου ἡτοίμασα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους
TR1550 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ
TR1550 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν
TR1550 7 ἀκούσας δὲ ὁ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν
TR1550 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ ὁ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι
TR1550 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους
TR1550 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων
TR1550 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου
TR1550 12 καὶ λέγει αὐτῷ ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου ὁ δὲ ἐφιμώθη
TR1550 13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
TR1550 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées