Comparer
Matthieu 22:41-46TR1550 41 συνηγμένων δὲ τῶν φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ἰησοῦς
TR1550 42 λέγων τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ τίνος υἱός ἐστιν λέγουσιν αὐτῷ τοῦ δαβίδ
TR1550 43 λέγει αὐτοῖς πῶς οὖν δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων
TR1550 44 εἶπεν ὁ κύριος τῷ κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
TR1550 45 εἰ οὖν δαβὶδ καλεῖ αὐτὸν κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν
TR1550 46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées