Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 27:11-25

TR1550 11 ὁ δὲ ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων ὁ δὲ ἰησοῦς ἔφη αὐτῷ σὺ λέγεις

TR1550 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο

TR1550 13 τότε λέγει αὐτῷ ὁ πιλᾶτος οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν

TR1550 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν

TR1550 15 κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον

TR1550 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον βαραββᾶν

TR1550 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ πιλᾶτος τίνα θέλετε ἀπολύσω ὑμῖν βαραββᾶν ἢ ἰησοῦν τὸν λεγόμενον χριστόν

TR1550 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν

TR1550 19 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν

TR1550 20 οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν βαραββᾶν τὸν δὲ ἰησοῦν ἀπολέσωσιν

TR1550 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν οἱ δὲ εἰπον βαραββᾶν

TR1550 22 λέγει αὐτοῖς ὁ πιλᾶτος τί οὐν ποιήσω ἰησοῦν τὸν λεγόμενον χριστόν λέγουσιν αὐτῷ πάντες σταυρωθήτω

TR1550 23 ὁ δὲ ἡγεμὼν ἔφη τί γὰρ κακὸν ἐποίησεν οἱ δὲ περισσῶς ἔκραζον λέγοντες σταυρωθήτω

TR1550 24 ἰδὼν δὲ ὁ πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου ὑμεῖς ὄψεσθε

TR1550 25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées