Comparer
Matthieu 4:12-17TR1550 12 ἀκούσας δὲ ὁ ἰησοῦς ὅτι ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν γαλιλαίαν
TR1550 13 καὶ καταλιπὼν τὴν ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις ζαβουλὼν καὶ νεφθαλεὶμ
TR1550 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ἡσαΐου τοῦ προφήτου λέγοντος
TR1550 15 γῆ ζαβουλὼν καὶ γῆ νεφθαλεὶμ ὁδὸν θαλάσσης πέραν τοῦ ἰορδάνου γαλιλαία τῶν ἐθνῶν
TR1550 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς
TR1550 17 ἀπὸ τότε ἤρξατο ὁ ἰησοῦς κηρύσσειν καὶ λέγειν μετανοεῖτε ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées