Jean 2:9-11
(Stephanus 1550)
9
ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
10
καὶ λέγει αὐτῷ πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν καὶ ὅταν μεθυσθῶσιν τότε τὸν ἐλάσσω σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι
11
ταύτην ἐποίησεν τὴν ἀρχὴν τῶν σημείων ὁ ἰησοῦς ἐν κανὰ τῆς γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ
Références croisées
2:9 Jn 4:46, Jn 7:17, Ps 119:100Réciproques : Ex 7:20, Jg 14:10, Pr 2:13, Jn 2:8
2:10 Gn 43:34, Ct 5:1, Ps 104:15, Pr 9:1-6, Pr 9:16-18, Lc 16:25, Ap 7:16-17
Réciproques : Mc 10:34
2:11 Jn 1:17, Ex 4:9, Ex 7:19-21, Ec 9:7, Ml 2:2, 2Co 4:17, Ga 3:10-13, Jn 1:50, Jn 3:2, Jn 4:46, Jn 1:14, Jn 5:23, Jn 12:41, Jn 14:9-11, Jn 14:13, Dt 5:24, Ps 72:19, Ps 96:3, Es 40:5, 2Co 3:18, 2Co 4:6, Jn 11:15, Jn 20:30-31, 1Jn 5:13
Réciproques : Ex 14:31, Js 19:28, 1R 17:24, Lc 23:5, Jn 2:22, Jn 8:54, Jn 11:4, Jn 21:2, Ac 9:34, Rm 6:4