Lueur.org - Un éclairage sur la foi
Luc 5:17-26
(Stephanus 1550)
17 καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων καὶ ἦσαν καθήμενοι φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς γαλιλαίας καὶ ἰουδαίας καὶ ἰερουσαλήμ καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς
18 καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ
19 καὶ μὴ εὑρόντες διὰ ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ ἰησοῦ
20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ, ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι λέγοντες τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ θεός
22 ἐπιγνοὺς δὲ ὁ ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν
23 τί ἐστιν εὐκοπώτερον εἰπεῖν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπεῖν ἕγειραι καὶ περιπάτει
24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας εἶπεν τῷ παραλελυμένῳ σοὶ λέγω ἔγειραι, καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου
25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν ἄρας ἐφ᾽ ᾧ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον

Références croisées

5:17 Lc 5:21, Lc 5:30, Lc 7:30, Lc 11:52-54, Lc 15:2, Jn 3:21, Mt 15:1, Mc 3:22, Mc 7:1, Lc 6:19, Lc 8:46, Mt 11:5, Mc 16:18, Ac 4:30, Ac 19:11
Réciproques : Mt 4:23, Mc 2:2, Lc 2:46, Ac 5:16, Ac 5:34
5:18 Mt 9:2-8, Mc 2:3-12, Jn 5:5-6, Ac 9:33
Réciproques : Mc 2:1
5:19 Mc 2:4, Dt 22:8, 2S 11:2, Jr 19:13, Mt 10:27
Réciproques : Mt 9:2, Lc 19:4
5:20 Gn 22:12, Jn 2:25, Ac 11:23, Ac 14:9, Jc 2:18, Lc 7:48, Ps 90:7-8, Ps 107:17-18, Es 38:17, Mt 9:2, Mc 2:5, Jn 5:14, 2Co 2:10, Col 3:13, Jc 5:14-15
Réciproques : Mt 8:10, Lc 7:47, Lc 7:49, Lc 12:14, Col 1:14, 1Jn 2:12
5:21 Lc 5:17, Lc 7:49, Mc 2:6-7, Lv 24:16, 1R 21:10-14, Mt 9:3, Mt 26:65, Jn 10:33, Ac 6:11-13, Ex 34:6-7, Ps 32:5, Ps 35:5, Ps 103:3, Ps 130:4, Es 1:18, Es 43:25, Es 44:22, Dn 9:9, Dn 9:19, Mi 7:19, Rm 8:33
Réciproques : Jr 13:22, Mt 9:6, Mt 15:1, Mt 21:10, Lc 5:30, Lc 7:47, He 12:3
5:22 1Ch 28:9, Ps 139:2, Pr 15:26, Es 66:18, Ez 38:10, Mt 9:4, Mt 12:25, He 4:12, Ap 2:23, Lc 24:38, Mc 8:17, Ac 5:3
Réciproques : Jb 21:27, Jr 13:22, Mt 3:9, Mt 22:18, Mc 2:6, Mc 2:8, Mc 2:9, Lc 6:8, Lc 7:40, Lc 9:47, Lc 20:23
5:23 Mt 9:5, Mc 2:9
Réciproques : Rt 2:11
5:24 Dn 7:13, Mt 16:13, Mt 25:31, Mt 26:64, Jn 3:13, Jn 5:27, Ap 1:13, Es 53:11, Mt 9:6, Mt 28:18, Jn 5:8, Jn 5:12, Jn 5:22, Jn 5:23, Jn 17:2, Jn 20:22-23, Ac 5:31, Lc 5:13, Lc 7:14, Lc 8:54, Jn 11:43, Ac 3:6-8, Ac 9:34, Ac 9:40, Ac 14:10, Jn 5:8-12
Réciproques : Lc 18:14
5:25 Lc 5:13, Gn 1:3, Ps 33:9, Lc 13:13, Lc 17:15-18, Lc 18:43, Ps 50:23, Ps 103:1-3, Ps 107:20-22, Jn 9:24
Réciproques : Mt 9:8, Lc 18:14
5:26 Lc 7:16, Mt 9:8, Mt 12:23, Mc 2:12, Ac 4:21, Ga 1:24, Lc 5:8, Lc 8:37, Jr 33:9, Os 3:5, Mt 28:8, Ac 5:11-13
Réciproques : Es 52:14, Lc 9:43, Lc 18:43

Notes de la Bible Stephanus 1550

Cette version n'a pas de note