Lueur.org - Un éclairage sur la foi

Comparer

1 Timothée 1-6

1Tm 1-6 (Stephanus 1550)

   1 παῦλος ἀπόστολος ἰησοῦ χριστοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ κυριόυ ἰησοῦ χριστοῦ τῆς ἐλπίδος ἡμῶν 2 τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ χριστοῦ ἰησοῦ τοῦ κυρίου ἡμῶν 3 καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν ἐφέσῳ πορευόμενος εἰς μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν 4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις αἵτινες ζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει 5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου 6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν 7 θέλοντες εἶναι νομοδιδάσκαλοι μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται 8 οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται 9 εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις ἀσεβέσιν καὶ ἁμαρτωλοῖς ἀνοσίοις καὶ βεβήλοις πατραλῴαις καὶ μητραλῴαις ἀνδροφόνοις 10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ ὃ ἐπιστεύθην ἐγώ 12 καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με χριστῷ ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν 13 τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν ἀλλ᾽ ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν χριστῷ ἰησοῦ 15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι χριστὸς ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ἰησοῦς χριστὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον 17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῶ θεῷ τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν 18 ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι τέκνον τιμόθεε κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν 20 ὧν ἐστιν ὑμέναιος καὶ ἀλέξανδρος οὓς παρέδωκα τῷ σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν

1 Timothée 2

   1 παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις προσευχάς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι 3 τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν 5 εἷς γὰρ θεός εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος χριστὸς ἰησοῦς 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων τὸ μαρτύριον καιροῖς ἰδίοις 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος ἀλήθειαν λέγω ἐν χριστῷ οὐ ψεύδομαι διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ 8 βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ 9 ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ 10 ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι᾽ ἔργων ἀγαθῶν 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ 12 γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρός ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ 13 ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη εἶτα εὕα 14 καὶ ἀδὰμ οὐκ ἠπατήθη ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης

1 Timothée 3

   1 πιστὸς ὁ λόγος εἴ τις ἐπισκοπῆς ὀρέγεται καλοῦ ἔργου ἐπιθυμεῖ 2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι μιᾶς γυναικὸς ἄνδρα νηφάλεον σώφρονα κόσμιον φιλόξενον διδακτικόν 3 μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ ἀλλ᾽ ἐπιεικῆ ἄμαχον ἀφιλάργυρον 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος 5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται 6 μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου 7 δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου 8 διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνῳ πολλῷ προσέχοντας μὴ αἰσχροκερδεῖς 9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει 10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες 11 γυναῖκας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλέους πιστὰς ἐν πᾶσιν 12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν χριστῷ ἰησοῦ 14 ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον 15 ἐὰν δὲ βραδύνω ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας 16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον Θεὸς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμῳ ἀνελήφθη ἐν δόξῃ

1 Timothée 4

   1 τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων 2 ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν 3 κωλυόντων γαμεῖν ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσιν τὴν ἀλήθειαν 4 ὅτι πᾶν κτίσμα θεοῦ καλόν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως 6 ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος ἰησοῦ χριστοῦ ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας 7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν 8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος 10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν 11 παράγγελλε ταῦτα καὶ δίδασκε 12 μηδείς σου τῆς νεότητος καταφρονείτω ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ ἐν ἀναστροφῇ ἐν ἀγάπῃ ἐν πνεύματι ἐν πίστει ἐν ἁγνείᾳ 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει τῇ παρακλήσει τῇ διδασκαλίᾳ 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου 15 ταῦτα μελέτα ἐν τούτοις ἴσθι ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ ἐπίμενε αὐτοῖς τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου

1 Timothée 5

   1 πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς ἀλλὰ παρακάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς 2 πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ 3 χήρας τίμα τὰς ὄντως χήρας 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις τοῦτο γάρ ἐστιν καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ 5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τόν θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας 6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν 7 καὶ ταῦτα παράγγελλε ἵνα ἀνεπίληπτοι ὦσιν 8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων 9 χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή 10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη εἰ ἐτεκνοτρόφησεν εἰ ἐξενοδόχησεν εἰ ἁγίων πόδας ἔνιψεν εἰ θλιβομένοις ἐπήρκεσεν εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν 11 νεωτέρας δὲ χήρας παραιτοῦ ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ χριστοῦ γαμεῖν θέλουσιν 12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν 13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι λαλοῦσαι τὰ μὴ δέοντα 14 βούλομαι οὖν νεωτέρας γαμεῖν τεκνογονεῖν οἰκοδεσποτεῖν μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν 15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ 16 εἴ τις πιστὸς ἡ πιστὴ ἔχει χήρας ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἢ ἐκκλησία ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ 17 οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ 18 λέγει γὰρ ἡ γραφή βοῦν ἀλοῶντα οὐ φιμώσεις καί Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ 19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων 20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν 21 διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ κυρίου ἰησοῦ χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος μηδὲν ποιῶν κατὰ πρόσκλισιν 22 χεῖρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις σεαυτὸν ἁγνὸν τήρει 23 μηκέτι ὑδροπότει ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον σου καὶ τὰς πυκνάς σοῦ ἀσθενείας 24 τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθοῦσιν 25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλα ἐστίν καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται

1 Timothée 6

   1 ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται 2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν ὅτι ἀδελφοί εἰσιν ἀλλὰ μᾶλλον δουλευέτωσαν ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι ταῦτα δίδασκε καὶ παρακάλει 3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ 4 τετύφωται μηδὲν ἐπιστάμενος ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι ὑπόνοιαι πονηραί 5 παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν ἀφίστασο ἀπὸ τῶν τοιούτων 6 ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας 7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα 8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα 9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία ἡς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς 11 σὺ δέ ὦ ἄνθρωπε τοῦ θεοῦ ταῦτα φεῦγε δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν ἀγάπην ὑπομονήν πρᾳότητα 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων 13 παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ χριστοῦ ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ ποντίου πιλάτου τὴν καλὴν ὁμολογίαν 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων 16 ὁ μόνος ἔχων ἀθανασίαν φῶς οἰκῶν ἀπρόσιτον ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον ἀμήν 17 τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾽ ἐν τῷ θεῷ τῷ ζῶντι τῷ παρέχοντι ἡμῖν πλουσίως πάντα εἰς ἀπόλαυσιν 18 ἀγαθοεργεῖν πλουτεῖν ἐν ἔργοις καλοῖς εὐμεταδότους εἶναι κοινωνικούς 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον ἵνα ἐπιλάβωνται τῆς αἰωνιόυ ζωῆς 20 ὦ τιμόθεε τὴν παρακαταθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν ἡ χάρις μετὰ σοῦ ἀμήν πρός τιμόθεον πρώτη ἐγράφη ἀπό λαοδικείας ἥτις ἐστίν μητρόπολις φρυγίας τῆς πακατιανῆς

1Tm 1-6 (Vulgate)

1 Paulus Apostolus Jesu Christi secundum imperium Dei Salvatoris nostri, et Christi Jesu spei nostræ, 2 Timotheo dilecto filio in fide. Gratia, misericordia, et pax a Deo Patre, et Christo Jesu Domino nostro.
   3 Sicut rogavi te ut remaneres Ephesi cum irem in Macedoniam, ut denuntiares quibusdam ne aliter docerent,
   4 neque intenderent fabulis, et genealogiis interminatis : quæ quæstiones præstant magis quam ædificationem Dei, quæ est in fide.
   5 Finis autem præcepti est caritas de corde puro, et conscientia bona, et fide non ficta.
   6 A quibus quidam aberrantes, conversi sunt in vaniloquium,
   7 volentes esse legis doctores, non intelligentes neque quæ loquuntur, neque de quibus affirmant.
   8 Scimus autem quia bona est lex si quis ea legitime utatur :
   9 sciens hoc quia lex justo non est posita, sed injustis, et non subditis, impiis, et peccatoribus, sceleratis, et contaminatis, parricidis, et matricidis, homicidis,
   10 fornicariis, masculorum concubitoribus, plagiariis, mendacibus, et perjuris, et si quid aliud sanæ doctrinæ adversatur,
   11 quæ est secundum Evangelium gloriæ beati Dei, quod creditum est mihi.
   12 Gratias ago ei, qui me confortavit, Christo Jesu Domino nostro, quia fidelem me existimavit, ponens in ministerio :
   13 qui prius blasphemus fui, et persecutor, et contumeliosus : sed misericordiam Dei consecutus sum, quia ignorans feci in incredulitate.
   14 Superabundavit autem gratia Domini nostri cum fide, et dilectione, quæ est in Christo Jesu.
   15 Fidelis sermo, et omni acceptione dignus : quod Christus Jesus venit in hunc mundum peccatores salvos facere, quorum primus ego sum.
   16 Sed ideo misericordiam consecutus sum : ut in me primo ostenderet Christus Jesus omnem patientiam ad informationem eorum, qui credituri sunt illi, in vitam æternam.
   17 Regi autem sæculorum immortali, invisibili, soli Deo honor et gloria in sæcula sæculorum. Amen.
   18 Hoc præceptum commendo tibi, fili Timothee, secundum præcedentes in te prophetias, ut milites in illis bonam militiam,
   19 habens fidem, et bonam conscientiam, quam quidam repellentes, circa fidem naufragaverunt :
   20 ex quibus est Hymenæus, et Alexander : quos tradidi Satanæ, ut discant non blasphemare.

1 Timothée 2

   1 Obsecro igitur primum omnium fieri obsecrationes, orationes, postulationes, gratiarum actiones, pro omnibus hominibus :
   2 pro regibus, et omnibus qui in sublimitate sunt, ut quietam et tranquillam vitam agamus in omni pietate, et castitate :
   3 hoc enim bonum est, et acceptum coram Salvatore nostro Deo,
   4 qui omnes homines vult salvos fieri, et ad agnitionem veritatis venire.
   5 Unus enim Deus, unus et mediator Dei et hominum homo Christus Jesus :
   6 qui dedit redemptionem semetipsum pro omnibus, testimonium temporibus suis :
   7 in quo positus sum ego prædicator, et Apostolus (veritatem dico, non mentior) doctor gentium in fide, et veritate.
   8 Volo ergo viros orare in omni loco, levantes puras manus sine ira et disceptatione.
   9 Similiter et mulieres in habitu ornato, cum verecundia et sobrietate ornantes se, et non in tortis crinibus, aut auro, aut margaritis, vel veste pretiosa :
   10 sed quod decet mulieres, promittentes pietatem per opera bona.
   11 Mulier in silentio discat cum omni subjectione.
   12 Docere autem mulieri non permitto, neque dominari in virum : sed esse in silentio.
   13 Adam enim primus formatus est : deinde Heva :
   14 et Adam non est seductus : mulier autem seducta in prævaricatione fuit.
   15 Salvabitur autem per filiorum generationem, si permanserit in fide, et dilectione, et sanctificatione cum sobrietate.

1 Timothée 3

   1 Fidelis sermo : si quis episcopatum desiderat, bonum opus desiderat.
   2 Oportet ergo episcopum irreprehensibilem esse, unius uxoris virum, sobrium, prudentem, ornatum, pudicum, hospitalem, doctorem,
   3 non vinolentum, non percussorem, sed modestum : non litigiosum, non cupidum, sed
   4 suæ domui bene præpositum : filios habentem subditos cum omni castitate.
   5 Si quis autem domui suæ præesse nescit, quomodo ecclesiæ Dei diligentiam habebit ?
   6 Non neophytum : ne in superbiam elatus, in judicium incidat diaboli.
   7 Oportet autem illum et testimonium habere bonum ab iis qui foris sunt, ut non in opprobrium incidat, et in laqueum diaboli.
   8 Diaconos similiter pudicos, non bilingues, non multo vino deditos, non turpe lucrum sectantes :
   9 habentes mysterium fidei in conscientia pura.
   10 Et hi autem probentur primum : et sic ministrent, nullum crimen habentes.
   11 Mulieres similiter pudicas, non detrahentes, sobrias, fideles in omnibus.
   12 Diaconi sint unius uxoris viri, qui filiis suis bene præsint, et suis domibus.
   13 Qui enim bene ministraverint, gradum bonum sibi acquirent, et multam fiduciam in fide, quæ est in Christo Jesu.
   14 Hæc tibi scribo, sperans me ad te venire cito :
   15 si autem tardavero, ut scias quomodo oporteat te in domo Dei conversari, quæ est ecclesia Dei vivi, columna et firmamentum veritatis.
   16 Et manifeste magnum est pietatis sacramentum, quod manifestatum est in carne, justificatum est in spiritu, apparuit angelis, prædicatum est gentibus, creditum est in mundo, assumptum est in gloria.

1 Timothée 4

   1 Spiritus autem manifeste dicit, quia in novissimis temporibus discedent quidam a fide, attendentes spiritibus erroris, et doctrinis dæmoniorum,
   2 in hypocrisi loquentium mendacium, et cauteriatam habentium suam conscientiam,
   3 prohibentium nubere, abstinere a cibis, quod Deus creavit ad percipiendum cum gratiarum actione fidelibus, et iis qui cognoverunt veritatem.
   4 Quia omnis creatura Dei bona est, et nihil rejiciendum quod cum gratiarum actione percipitur :
   5 sanctificatur enim per verbum Dei, et orationem.
   6 Hæc proponens fratribus, bonus eris minister Christi Jesu enutritus verbis fidei, et bonæ doctrinæ, quam assecutus es.
   7 Ineptas autem, et aniles fabulas devita : exerce autem teipsum ad pietatem.
   8 Nam corporalis exercitatio, ad modicum utilis est : pietas autem ad omnia utilis est, promissionem habens vitæ, quæ nunc est, et futuræ.
   9 Fidelis sermo, et omni acceptione dignus.
   10 In hoc enim laboramus, et maledicimur, quia speramus in Deum vivum, qui est Salvator omnium hominum, maxime fidelium.
   11 Præcipe hæc, et doce.
   12 Nemo adolescentiam tuam contemnat : sed exemplum esto fidelium in verbo, in conversatione, in caritate, in fide, in castitate.
   13 Dum venio, attende lectioni, exhortationi, et doctrinæ.
   14 Noli negligere gratiam, quæ in te est, quæ data est tibi per prophetiam, cum impositione manuum presbyterii.
   15 Hæc meditare, in his esto : ut profectus tuus manifestus sit omnibus.
   16 Attende tibi, et doctrinæ : insta in illis. Hoc enim faciens, et teipsum salvum facies, et eos qui te audiunt.

1 Timothée 5

   1 Seniorem ne increpaveris, sed obsecra ut patrem : juvenes, ut fratres :
   2 anus, ut matres : juvenculas, ut sorores in omni castitate :
   3 viduas honora, quæ vere viduæ sunt.
   4 Si qua autem vidua filios, aut nepotes habet : discat primum domum suam regere, et mutuam vicem reddere parentibus : hoc enim acceptum est coram Deo.
   5 Quæ autem vere vidua est, et desolata, speret in Deum, et instet obsecrationibus, et orationibus nocte ac die.
   6 Nam quæ in deliciis est, vivens mortua est.
   7 Et hoc præcipe, ut irreprehensibiles sint.
   8 Si quis autem suorum, et maxime domesticorum, curam non habet, fidem negavit, et est infideli deterior.
   9 Vidua eligatur non minus sexaginta annorum, quæ fuerit unius viri uxor,
   10 in operibus bonis testimonium habens, si filios educavit, si hospitio recepit, si sanctorum pedes lavit, si tribulationem patientibus subministravit, si omne opus bonum subsecuta est.
   11 Adolescentiores autem viduas devita : cum enim luxuriatæ fuerint in Christo, nubere volunt :
   12 habentes damnationem, quia primam fidem irritam fecerunt ;
   13 simul autem et otiosæ discunt circuire domos : non solum otiosæ, sed et verbosæ, et curiosæ, loquentes quæ non oportet.
   14 Volo ergo juniores nubere, filios procreare, matresfamilias esse, nullam occasionem dare adversario maledicti gratia.
   15 Jam enim quædam conversæ sunt retro Satanam.
   16 Si quis fidelis habet viduas, subministret illis, et non gravetur ecclesia : ut iis quæ vere viduæ sunt, sufficiat.
   17 Qui bene præsunt presbyteri, duplici honore digni habeantur : maxime qui laborant in verbo et doctrina.
   18 Dicit enim Scriptura : Non alligabis os bovi trituranti. Et : Dignus est operarius mercede sua.
   19 Adversus presbyterum accusationem noli recipere, nisi sub duobus aut tribus testibus.
   20 Peccantes coram omnibus argue : ut et ceteri timorem habeant.
   21 Testor coram Deo et Christo Jesu, et electis angelis, ut hæc custodias sine præjudicio, nihil faciens in alteram partem declinando.
   22 Manus cito nemini imposueris, neque communicaveris peccatis alienis. Teipsum castum custodi.
   23 Noli adhuc aquam bibere, sed modico vino utere propter stomachum tuum, et frequentes tuas infirmitates.
   24 Quorumdam hominum peccata manifesta sunt, præcedentia ad judicium : quosdam autem et subsequuntur.
   25 Similiter et facta bona, manifesta sunt : et quæ aliter se habent, abscondi non possunt.

1 Timothée 6

   1 Quicumque sunt sub jugo servi, dominos suos omni honore dignos arbitrentur, ne nomen Domini et doctrina blasphemetur.
   2 Qui autem fideles habent dominos, non contemnant, quia fratres sunt : sed magis serviant, quia fideles sunt et dilecti, qui beneficii participes sunt. Hæc doce, et exhortare.
   3 Si quis aliter docet, et non acquiescit sanis sermonibus Domini nostri Jesu Christi, et ei, quæ secundum pietatem est, doctrinæ :
   4 superbus est, nihil sciens, sed languens circa quæstiones, et pugnas verborum : ex quibus oriuntur invidiæ, contentiones, blasphemiæ, suspiciones malæ,
   5 conflictationes hominum mente corruptorum, et qui veritate privati sunt, existimantium quæstum esse pietatem.
   6 Est autem quæstus magnus pietas cum sufficientia.
   7 Nihil enim intulimus in hunc mundum : haud dubium quod nec auferre quid possumus.
   8 Habentes autem alimenta, et quibus tegamur, his contenti simus.
   9 Nam qui volunt divites fieri, incidunt in tentationem, et in laqueum diaboli, et desideria multa inutilia, et nociva, quæ mergunt homines in interitum et perditionem.
   10 Radix enim omnium malorum est cupiditas : quam quidam appetentes erraverunt a fide, et inseruerunt se doloribus multis.
   11 Tu autem, o homo Dei, hæc fuge : sectare vero justitiam, pietatem, fidem, caritatem, patientiam, mansuetudinem.
   12 Certa bonum certamen fidei, apprehende vitam æternam, in qua vocatus es, et confessus bonam confessionem coram multis testibus.
   13 Præcipio tibi coram Deo, qui vivificat omnia, et Christo Jesu, qui testimonium reddidit sub Pontio Pilato, bonam confessionem,
   14 ut serves mandatum sine macula, irreprehensibile usque in adventum Domini nostri Jesu Christi,
   15 quem suis temporibus ostendet beatus et solus potens, Rex regum, et Dominus dominantium :
   16 qui solus habet immortalitatem, et lucem inhabitat inaccessibilem : quem nullus hominum vidit, sed nec videre potest : cui honor, et imperium sempiternum. Amen.
   17 Divitibus hujus sæculi præcipe non sublime sapere, neque sperare in incerto divitiarum, sed in Deo vivo (qui præstat nobis omnia abunde ad fruendum)
   18 bene agere, divites fieri in bonis operibus, facile tribuere, communicare,
   19 thesaurizare sibi fundamentum bonum in futurum, ut apprehendant veram vitam.
   20 O Timothee, depositum custodi, devitans profanas vocum novitates, et oppositiones falsi nominis scientiæ,
   21 quam quidam promittentes, circa fidem exciderunt. Gratia tecum. Amen.

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées