Lueur.org - Un éclairage sur la foi

Comparer

Actes 20:1-6

TR1550 1 μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ παῦλος τοὺς μαθητὰς καὶ ἀσπασάμενος ἐξῆλθεν πορευθῆναι εἰς τὴν μακεδονίαν

TR1550 2 διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν ἑλλάδα

TR1550 3 ποιήσας τε μῆνας τρεῖς γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν συρίαν ἐγένετο γνώμῃ τοῦ ὑποστρέφειν διὰ μακεδονίας

TR1550 4 συνείπετο δὲ αὐτῷ ἄχρι τῆς ἀσίας σώπατρος βεροιαῖος θεσσαλονικέων δὲ ἀρίσταρχος καὶ σεκοῦνδος καὶ γάϊος δερβαῖος καὶ τιμόθεος ἀσιανοὶ δὲ τυχικὸς καὶ τρόφιμος

TR1550 5 οὗτοι προελθόντες ἔμενον ἡμᾶς ἐν τρῳάδι

TR1550 6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν τρῳάδα ἄχρις ἡμερῶν πέντε οὐ διετρίψαμεν ἡμέρας ἑπτά

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées