Comparer
Actes 4:8-12TR1550 8 τότε πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ ἰσραὴλ,
TR1550 9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς ἐν τίνι οὗτος σέσωσται
TR1550 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι ἰησοῦ χριστοῦ τοῦ ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής
TR1550 11 οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν οἰκοδόμούντων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας
TR1550 12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées