Lueur.org - Un éclairage sur la foi

Comparer

Apocalypse 5:1-5

TR1550 1 καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά

TR1550 2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα φωνῇ μεγάλῃ τίς ἐστιν ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ

TR1550 3 καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐδὲ βλέπειν αὐτό

TR1550 4 καὶ ἐγὼ ἔκλαιον πολλὰ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι καὶ ἀναγνῶναι τὸ βιβλίον οὔτε βλέπειν αὐτό

TR1550 5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι μὴ κλαῖε ἰδού ἐνίκησεν ὁ λέων ὁ ὢν ἐκ τῆς φυλῆς ἰούδα ἡ ῥίζα δαβίδ ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées