Lueur.org - Un éclairage sur la foi

Comparer

Jacques 5:1-11

TR1550 1 ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις

TR1550 2 ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν

TR1550 3 ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις

TR1550 4 ἰδού ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου σαβαὼθ εἰσεληλύθασιν

TR1550 5 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς

TR1550 6 κατεδικάσατε ἐφονεύσατε τὸν δίκαιον οὐκ ἀντιτάσσεται ὑμῖν

TR1550 7 μακροθυμήσατε οὖν ἀδελφοί ἕως τῆς παρουσίας τοῦ κυρίου ἰδού ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως ἂν λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον

TR1550 8 μακροθυμήσατε καὶ ὑμεῖς στηρίξατε τὰς καρδίας ὑμῶν ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν

TR1550 9 μὴ στενάζετε κατ᾽ ἀλλήλων ἀδελφοί ἵνα μὴ κατακριθῆτε ἰδού κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν

TR1550 10 ὑπόδειγμα λάβετε τῆς κακοπαθείας ἀδελφοί μου καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν τῷ ὀνόματι κυρίου

TR1550 11 ἰδού μακαρίζομεν τοὺς ὑπομένοντας τὴν ὑπομονὴν ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées