Comparer
Luc 20:9-19TR1550 9 ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς
TR1550 10 καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν
TR1550 11 καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν
TR1550 12 καὶ προσέθετο πέμψαι τρίτον οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον
TR1550 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται
TR1550 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς, λέγοντες οὗτός ἐστιν ὁ κληρονόμος δεῦτε ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται ἡ κληρονομία
TR1550 15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος
TR1550 16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις ἀκούσαντες δὲ εἶπον, μὴ γένοιτο
TR1550 17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
TR1550 18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ λικμήσει αὐτόν
TR1550 19 καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπεν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées