Comparer
Luc 23:33-56TR1550 33 καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον κρανίον ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν
TR1550 34 ὁ δὲ ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον
TR1550 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν ὁ χριστὸς ὁ τοῦ θεοῦ ἐκλεκτός
TR1550 36 ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ
TR1550 37 καὶ λέγοντες εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων σῶσον σεαυτόν
TR1550 38 ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾽ αὐτῷ γράμμασιν ἑλληνικοῖς, καὶ ῥωμαικοῖς καὶ ἑβραικοῖς, οὗτός ἐστιν ὁ βασιλεὺς τῶν ἰουδαίων
TR1550 39 εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὖτὸν λέγων, εἰ σὺ εἶ ὁ χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς
TR1550 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων, οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ
TR1550 41 καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
TR1550 42 καὶ ἔλεγεν τᾠ ἰησοῦ μνήσθητί μου κύριε, ὅταν ἔλθῃς ἕν τῃ βασιλείᾳ σου
TR1550 43 καὶ εἶπεν αὐτῷ ὁ ἰησοῦς, ἀμήν λέγω σοι σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ
TR1550 44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
TR1550 45 καὶ ἐσκοτίσθη ὁ ἥλιος, καί ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον
TR1550 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν πάτερ εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν
TR1550 47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν
TR1550 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωροῦντες τὰ γενόμενα τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον
TR1550 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς γαλιλαίας ὁρῶσαι ταῦτα
TR1550 50 καὶ ἰδού, ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
TR1550 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων ὃς καὶ προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ θεοῦ
TR1550 52 οὗτος προσελθὼν τῷ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ
TR1550 53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος
TR1550 54 καὶ ἡμέρα ἦν παρασκευή καὶ σάββατον ἐπέφωσκεν
TR1550 55 κατακολουθήσασαι δὲ καὶ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς γαλιλαίας ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
TR1550 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées