Comparer
Luc 4:14-30TR1550 14 καὶ ὑπέστρεψεν ὁ ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν γαλιλαίαν καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ
TR1550 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων
TR1550 16 καὶ ἦλθεν εἰς τὴν ναζαρέτ οὗ ἦν τεθραμμένος καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνῶναι
TR1550 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον ἠσαΐου τοῦ προφήτου καὶ ἀναπτύξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον
TR1550 18 πνεῦμα κυρίου ἐπ᾽ ἐμέ οὗ ἕνεκεν ἔχρισέν με εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέν με ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει
TR1550 19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν
TR1550 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ
TR1550 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν
TR1550 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον οὐχ οὗτος ἐστιν ὁ υἱός ἰωσὴφ
TR1550 23 καὶ εἶπεν πρὸς αὐτούς πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου
TR1550 24 εἶπεν δέ ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ
TR1550 25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις ἠλίου ἐν τῷ ἰσραήλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν
TR1550 26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη ἠλίας εἰ μὴ εἰς σάρεπτα τῆς σιδῶνος πρὸς γυναῖκα χήραν
TR1550 27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ ἐλισσαίου τοῦ προφήτου ἐν τῷ ἰσραὴλ καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ νεεμὰν ὁ σύρος
TR1550 28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα
TR1550 29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως τῆς ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο εἰς τὸ κατακρημνίσαι αὐτόν
TR1550 30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées