Comparer
Luc 6:1-11TR1550 1 ἐγένετο δὲ ἐν σαββάτῳ δευτεροπρώτῳ διαπορεύεσθαι αὐτὸν διὰ τῶν σπορίμων καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ τοὺς στάχυας καὶ ἤσθιον ψώχοντες ταῖς χερσίν
TR1550 2 τινὲς δὲ τῶν φαρισαίων εἶπον αὐτοῖς, τί ποιεῖτε ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν τοῖς σάββασιν
TR1550 3 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ ἰησοῦς οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν δαβὶδ, ὅποτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ ὄντες
TR1550 4 ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν καὶ ἔδωκεν καὶ τοῖς μετ᾽ αὐτοῦ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς
TR1550 5 καὶ ἔλεγεν αὐτοῖς ὅτι κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου
TR1550 6 ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἦν ἐκεῖ ἄνθρωπος καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά
TR1550 7 παρετήρουν δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει ἵνα εὕρωσιν κατηγορίαν αὐτοῦ
TR1550 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα ἕγειραι καὶ στῆθι εἰς τὸ μέσον ὁ δὲ ἀναστὰς ἔστη
TR1550 9 εἶπεν οὖν ὁ ἰησοῦς πρὸς αὐτούς ἐπερωτήσω ὑμᾶς τί ἔξεστιν τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀπολέσαι
TR1550 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν τῷ ἀνθρώπῳ, ἕκτεινον τὴν χεῖρά σου ὁ δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη
TR1550 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ ἰησοῦ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées