Comparer
Luc 6:46-49TR1550 46 τί δέ με καλεῖτε κύριε κύριε καὶ οὐ ποιεῖτε ἃ λέγω
TR1550 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος
TR1550 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν πλημμύρας δὲ γενομένης προσέῤῥηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν
TR1550 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου ᾗ προσέῤῥηξεν ὁ ποταμός καὶ εὐθὲως ἔπεσεν καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées