Lueur.org - Un éclairage sur la foi

Comparer

Marc 3:1-12

TR1550 1 καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα

TR1550 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ

TR1550 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα ἐγεῖραι εἰς τὸ μέσον

TR1550 4 καὶ λέγει αὐτοῖς ἕξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι οἱ δὲ ἐσιώπων

TR1550 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἕκτεινον τὴν χεῖρα σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη

TR1550 6 καὶ ἐξελθόντες οἱ φαρισαῖοι εὐθὲως μετὰ τῶν ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν

TR1550 7 καὶ ὁ ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς γαλιλαίας ἠκολούθησαν αὐτῶ, καὶ ἀπὸ τῆς ἰουδαίας

TR1550 8 καὶ ἀπὸ ἱεροσολύμων καὶ ἀπὸ τῆς ἰδουμαίας καὶ πέραν τοῦ ἰορδάνου καὶ οἱ περὶ τύρον καὶ σιδῶνα πλῆθος πολύ ἀκούσαντες ὅσα ἐποίει ἦλθον πρὸς αὐτόν

TR1550 9 καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν

TR1550 10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας

TR1550 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν λέγοντα, ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ

TR1550 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées