Comparer
Matthieu 12:9-13TR1550 9 καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν
TR1550 10 καὶ ἰδού ἄνθρωπος ἦν τὴν χεῖρα ἔχων ξηράν καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεύειν ἵνα κατηγορήσωσιν αὐτοῦ
TR1550 11 ὁ δὲ εἶπεν αὐτοῖς τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ
TR1550 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν
TR1550 13 τότε λέγει τῷ ἀνθρώπῳ ἕκτεινον τὴν χεῖρά σου καὶ ἐξέτεινεν καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées