Comparer
Matthieu 13:24-43TR1550 24 ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ημοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ
TR1550 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν
TR1550 26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια
TR1550 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει τὰ ζιζάνια
TR1550 28 ὁ δὲ ἔφη αὐτοῖς ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν οἱ δὲ δοῦλοι εἶπον αὐτῷ φέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά
TR1550 29 ὁ δέ ἔφη οὔ μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον
TR1550 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ καὶ ἐν τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου
TR1550 31 ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ
TR1550 32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ
TR1550 33 ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον
TR1550 34 ταῦτα πάντα ἐλάλησεν ὁ ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς
TR1550 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου
TR1550 36 τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ὁ ἰησοῦς καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ
TR1550 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου
TR1550 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ
TR1550 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν
TR1550 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου
TR1550 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν
TR1550 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων
TR1550 43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées