Comparer
Matthieu 14:22-33TR1550 22 καὶ εὐθέως ἠνάγκασεν ὁ ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους
TR1550 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ
TR1550 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ὁ ἄνεμος
TR1550 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης
TR1550 26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θαλάσσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν
TR1550 27 εὐθὲως δὲ ἐλάλησεν αὐτοῖς ὁ ἰησοῦς λέγων φαρσεῖτε ἐγώ εἰμι μὴ φοβεῖσθε
TR1550 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ πέτρος εἰπεν κύριε εἰ σὺ εἶ κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα
TR1550 29 ὁ δὲ εἶπεν ἐλθέ καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ἰησοῦν
TR1550 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σῶσόν με
TR1550 31 εὐθέως δὲ ὁ ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ ὀλιγόπιστε εἰς τί ἐδίστασας
TR1550 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος
TR1550 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες ἀληθῶς θεοῦ υἱὸς εἶ
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées