Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 15:1-20

TR1550 1 τότε προσέρχονται τῷ ἰησοῦ οἱ ἀπὸ ἱεροσολύμων γραμματεῖς καὶ φαρισαῖοι λέγοντες

TR1550 2 διατί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν

TR1550 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν

TR1550 4 ὁ γὰρ θεὸς ἐνετείλατο λέγων τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα καί ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω

TR1550 5 ὑμεῖς δὲ λέγετε ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς

TR1550 6 καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν

TR1550 7 ὑποκριταί καλῶς προεφήτευσεν περὶ ὑμῶν ἠσαΐας λέγων

TR1550 8 ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ τοῖς χείλεσίν με τιμᾷ ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ

TR1550 9 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων

TR1550 10 καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς ἀκούετε καὶ συνίετε

TR1550 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον

TR1550 12 τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ οἶδας ὅτι οἱ φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν

TR1550 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται

TR1550 14 ἄφετε αὐτούς ὁδηγοί εἰσιν τυφλοί τυφλῶν τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ ἀμφότεροι εἰς βόθυνον πεσοῦνται

TR1550 15 ἀποκριθεὶς δὲ ὁ πέτρος εἰπεν αὐτῷ φράσον ἡμῖν τὴν παραβολὴν ταύτην

TR1550 16 ὁ δὲ ἰησοῦς εἶπεν ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε

TR1550 17 οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται

TR1550 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον

TR1550 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχεῖαι πορνεῖαι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι

TR1550 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées