Comparer
Matthieu 17:1-13TR1550 1 καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ ἰησοῦς τὸν πέτρον καὶ ἰάκωβον καὶ ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν
TR1550 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς
TR1550 3 καὶ ἰδού ὤφθησαν αὐτοῖς μωσῆς καὶ ἠλίας μετ᾽ αὐτοῦ συλλαλοῦντες
TR1550 4 ἀποκριθεὶς δὲ ὁ πέτρος εἰπεν τῷ ἰησοῦ κύριε καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι εἰ θέλεις ποιήσωμεν ὧδε τρεῖς σκηνάς σοὶ μίαν καὶ μωσῇ μίαν καὶ μίαν ἠλίᾳ
TR1550 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδού νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδού φωνὴ ἐκ τῆς νεφέλης λέγουσα οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα αὐτοῦ ἀκούετε
TR1550 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα
TR1550 7 καὶ προσελθὼν ὁ ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν ἐγέρθητε καὶ μὴ φοβεῖσθε
TR1550 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ἰησοῦν μόνον
TR1550 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ἰησοῦς λέγων μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ
TR1550 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ἠλίαν δεῖ ἐλθεῖν πρῶτον
TR1550 11 ὁ δὲ ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα
TR1550 12 λέγω δὲ ὑμῖν ὅτι ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν
TR1550 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς
La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.
Afficher une version unique pour accéder aux notes et références croisées