Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 25:1-13

TR1550 1 τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἀυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου

TR1550 2 πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ

TR1550 3 αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον

TR1550 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων ἀυτῶν

TR1550 5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον

TR1550 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδού ὁ νυμφίος ἔρχεται ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ

TR1550 7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἀυτῶν

TR1550 8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται

TR1550 9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς

TR1550 10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα

TR1550 11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι κύριε κύριε ἄνοιξον ἡμῖν

TR1550 12 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς

TR1550 13 γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées