Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 27:32-56

TR1550 32 ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον κυρηναῖον ὀνόματι σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ

TR1550 33 καὶ ἐλθόντες εἰς τόπον λεγόμενον γολγοθᾶ ὅς ἐστιν λεγόμενος κρανίου τόπος

TR1550 34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον καὶ γευσάμενος οὐκ ἤθελεν πιεῖν

TR1550 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου διεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον

TR1550 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ

TR1550 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην οὗτός ἐστιν ἰησοῦς ὁ βασιλεῦς τῶν ἰουδαίων

TR1550 38 τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων

TR1550 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν

TR1550 40 καὶ λέγοντες ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν εἰ υἱὸς εἶ τοῦ θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ

TR1550 41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον

TR1550 42 ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι εἰ βασιλεὺς ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ

TR1550 43 πέποιθεν ἐπὶ τὸν θεόν ῥυσάσθω νῦν αὐτόν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι φεοῦ εἰμι υἱός

TR1550 44 τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτῷ

TR1550 45 ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης

TR1550 46 περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ λέγων ηλι ηλι λαμὰ σαβαχθανι τοῦτ᾽ ἔστιν φεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες

TR1550 47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ἠλίαν φωνεῖ οὗτος

TR1550 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν

TR1550 49 οἱ δὲ λοιποὶ ἔλεγον ἄφες ἴδωμεν εἰ ἔρχεται ἠλίας σώσων αὐτόν

TR1550 50 ὁ δὲ ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα

TR1550 51 καὶ ἰδού τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν

TR1550 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη

TR1550 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς

TR1550 54 ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος

TR1550 55 ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ ἰησοῦ ἀπὸ τῆς γαλιλαίας διακονοῦσαι αὐτῷ

TR1550 56 ἐν αἷς ἦν μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ τοῦ ἰακώβου καὶ ἰωσὴ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées