Lueur.org - Un éclairage sur la foi

Comparer

Matthieu 26-28

Mt 26-28 (Stephanus 1550)

1 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους εἶπεν τοῖς μαθηταῖς αὐτοῦ
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι
3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν κρατήσωσιν δόλῳ καὶ ἀποκτείνωσιν
5 ἔλεγον δέ μὴ ἐν τῇ ἑορτῇ ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ
6 τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆν κεφαλὴν αὐτοῦ ἀνακειμένου
8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες εἰς τί ἡ ἀπώλεια αὕτη
9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς
10 γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς τί κόπους παρέχετε τῇ γυναικί ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν
13 ἀμὴν λέγω ὑμῖν ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς
14 τότε πορευθεὶς εἷς τῶν δώδεκα ὁ λεγόμενος ἰούδας ἰσκαριώτης πρὸς τοὺς ἆρχιερεῖς
15 εἶπεν τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ
17 τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ἰησοῦ λέγοντες αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα
18 ὁ δὲ εἶπεν ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ ὁ διδάσκαλος λέγει ὁ καιρός μου ἐγγύς ἐστιν πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα
20 ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν μήτι ἐγώ εἰμι κύριε
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα οὗτός με παραδώσει
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος
25 ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν μήτι ἐγώ εἰμι ῥαββί λέγει αὐτῷ σὺ εἶπας
26 ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν λάβετε φάγετε τοῦτό ἐστιν τὸ σῶμά μου
27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων πίετε ἐξ αὐτοῦ πάντες
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν
29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου
30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν
31 τότε λέγει αὐτοῖς ὁ ἰησοῦς πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ γέγραπται γάρ πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν
33 ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῷ εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι
34 ἔφη αὐτῷ ὁ ἰησοῦς ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με
35 λέγει αὐτῷ ὁ πέτρος κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον
36 τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανῆ καὶ λέγει τοῖς μαθηταῖς καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ
37 καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν
38 τότε λέγει αὐτοῖς περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ
39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων πάτερ μου εἰ δυνατόν ἐστιν παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ πέτρῳ οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ
41 γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων πάτερ μου εἰ οὐ δύναται τοῦτο τὸ ποτὴριον παρελθεῖν ἀπ᾽ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω γενηθήτω τὸ θέλημά σου
43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι
44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε ἰδού ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν
46 ἐγείρεσθε ἄγωμεν ἰδού ἤγγικεν ὁ παραδιδούς με
47 καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων ὃν ἂν φιλήσω αὐτός ἐστιν κρατήσατε αὐτόν
49 καὶ εὐθέως προσελθὼν τῷ ἰησοῦ εἶπεν χαῖρε ῥαββί καὶ κατεφίλησεν αὐτόν
50 ὁ δὲ ἰησοῦς εἶπεν αὐτῷ ἑταῖρε ἐφ᾽ ὦ πάρει τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν
51 καὶ ἰδού εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὖτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἆρχιερέως ἆφεῖλεν αὖτοῦ τὸ ὦτίον
52 τότε λέγει αὐτῷ ὁ ἰησοῦς ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀπολοῦνται
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι
55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις ης ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον
57 οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν
58 ὁ δὲ πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος
59 οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν
60 καὶ οὐχ εὗρον καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων οὐχ εὗρον ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
61 εἶπον οὗτος ἔφη δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν
63 ὁ δὲ ἰησοῦς ἐσιώπα καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ
64 λέγει αὐτῷ ὁ ἰησοῦς σὺ εἶπας πλὴν λέγω ὑμῖν ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ
65 τότε ὁ ἀρχιερεὺς διέῤῥηξεν τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησεν τί ἔτι χρείαν ἔχομεν μαρτύρων ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ
66 τί ὑμῖν δοκεῖ οἱ δὲ ἀποκριθέντες εἰπον ἕνοχος θανάτου ἐστίν
67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν οἱ δὲ ἐῤῥάπισαν
68 λέγοντες προφήτευσον ἡμῖν χριστέ τίς ἐστιν ὁ παίσας σε
69 ὁ δὲ πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων οὐκ οἶδα τί λέγεις
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ καὶ οὗτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου
72 καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ πέτρῳ ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ
74 τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν
75 καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος τοῦ ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς

Matthieu 27


1 πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ἰησοῦ ὥστε θανατῶσαι αὐτόν
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν ποντίῳ πιλάτῳ τῷ ἡγεμόνι
3 τότε ἰδὼν ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἀπέστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις
4 λέγων Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον οἱ δὲ εἶπον τί πρὸς ἡμᾶς σὺ ὄψει
5 καὶ ῥίψας τὰ ἀργύρια ἕν τῷ ναῷ ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο
6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν ἐπεὶ τιμὴ αἵματός ἐστιν
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον
9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ἰερεμίου τοῦ προφήτου λέγοντος καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ἰσραήλ
10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως καθὰ συνέταξέν μοι κύριος
11 ὁ δὲ ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων σὺ εἶ ὁ βασιλεὺς τῶν ἰουδαίων ὁ δὲ ἰησοῦς ἔφη αὐτῷ σὺ λέγεις
12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο
13 τότε λέγει αὐτῷ ὁ πιλᾶτος οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν
14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν
15 κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον βαραββᾶν
17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ πιλᾶτος τίνα θέλετε ἀπολύσω ὑμῖν βαραββᾶν ἢ ἰησοῦν τὸν λεγόμενον χριστόν
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν
19 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν
20 οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν βαραββᾶν τὸν δὲ ἰησοῦν ἀπολέσωσιν
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν οἱ δὲ εἰπον βαραββᾶν
22 λέγει αὐτοῖς ὁ πιλᾶτος τί οὐν ποιήσω ἰησοῦν τὸν λεγόμενον χριστόν λέγουσιν αὐτῷ πάντες σταυρωθήτω
23 ὁ δὲ ἡγεμὼν ἔφη τί γὰρ κακὸν ἐποίησεν οἱ δὲ περισσῶς ἔκραζον λέγοντες σταυρωθήτω
24 ἰδὼν δὲ ὁ πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου ὑμεῖς ὄψεσθε
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν βαραββᾶν τὸν δὲ ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ
27 τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν
28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες χαῖρε ὁ βασιλεῦς τῶν ἰουδαίων
30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ
31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι
32 ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον κυρηναῖον ὀνόματι σίμωνα τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
33 καὶ ἐλθόντες εἰς τόπον λεγόμενον γολγοθᾶ ὅς ἐστιν λεγόμενος κρανίου τόπος
34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον καὶ γευσάμενος οὐκ ἤθελεν πιεῖν
35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου διεμερίσαντο τὰ ἱμάτια μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ
37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην οὗτός ἐστιν ἰησοῦς ὁ βασιλεῦς τῶν ἰουδαίων
38 τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων
39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40 καὶ λέγοντες ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν σῶσον σεαυτόν εἰ υἱὸς εἶ τοῦ θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ
41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον
42 ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι εἰ βασιλεὺς ἰσραήλ ἐστιν καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ
43 πέποιθεν ἐπὶ τὸν θεόν ῥυσάσθω νῦν αὐτόν εἰ θέλει αὐτόν εἶπεν γὰρ ὅτι φεοῦ εἰμι υἱός
44 τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτῷ
45 ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης
46 περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ ἰησοῦς φωνῇ μεγάλῃ λέγων ηλι ηλι λαμὰ σαβαχθανι τοῦτ᾽ ἔστιν φεέ μου θεέ μου ἱνατί με ἐγκατέλιπες
47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι ἠλίαν φωνεῖ οὗτος
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν
49 οἱ δὲ λοιποὶ ἔλεγον ἄφες ἴδωμεν εἰ ἔρχεται ἠλίας σώσων αὐτόν
50 ὁ δὲ ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα
51 καὶ ἰδού τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν
52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς
54 ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος
55 ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι αἵτινες ἠκολούθησαν τῷ ἰησοῦ ἀπὸ τῆς γαλιλαίας διακονοῦσαι αὐτῷ
56 ἐν αἷς ἦν μαρία ἡ μαγδαληνὴ καὶ μαρία ἡ τοῦ ἰακώβου καὶ ἰωσὴ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου
57 ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ἁριμαθαίας τοὔνομα ἰωσήφ ὃς καὶ αὐτὸς ἐμαθήτευσεν τῷ ἰησοῦ
58 οὗτος προσελθὼν τῷ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ τότε ὁ πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα
59 καὶ λαβὼν τὸ σῶμα ὁ ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν
61 ἦν δὲ ἐκεῖ μαρία ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαριά καθήμεναι ἀπέναντι τοῦ τάφου
62 τῇ δὲ ἐπαύριον ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ φαρισαῖοι πρὸς πιλᾶτον
63 λέγοντες κύριε ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν μετὰ τρεῖς ἡμέρας ἐγείρομαι
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης
65 ἔφη δὲ αὐτοῖς ὁ πιλᾶτος ἕχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας

Matthieu 28


1 ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν μαρία ἡ μαγδαληνὴ καὶ ἡ ἄλλη μαριὰ θεωρῆσαι τὸν τάφον
2 καὶ ἰδού σεισμὸς ἐγένετο μέγας ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ
3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών
4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί
5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἰπεν ταῖς γυναιξίν μὴ φοβεῖσθε ὑμεῖς οἶδα γὰρ ὅτι ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε
6 οὐκ ἔστιν ὧδε ἠγέρθη γὰρ καθὼς εἶπεν δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ κύριος
7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἰδού προάγει ὑμᾶς εἰς τὴν γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε ἰδού εἶπον ὑμῖν
8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ
9 ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ ἰδού ὁ ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων χαίρετε αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ
10 τότε λέγει αὐταῖς ὁ ἰησοῦς μὴ φοβεῖσθε ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν γαλιλαίαν κἀκεῖ με ὄψονται
11 πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα
12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
13 λέγοντες εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων
14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν
15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ ἰουδαίοις μέχρι τῆς σήμερον
16 οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ἰησοῦς
17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ οἱ δὲ ἐδίστασαν
18 καὶ προσελθὼν ὁ ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν καὶ ἰδού ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος ἀμήν

Mt 26-28 (Vulgate)

1 Et factum est : cum consummasset Jesus sermones hos omnes, dixit discipulis suis :
2 Scitis quia post biduum Pascha fiet, et Filius hominis tradetur ut crucifigatur.
3 Tunc congregati sunt principes sacerdotum, et seniores populi, in atrium principis sacerdotum, qui dicebatur Caiphas :
4 et consilium fecerunt ut Jesum dolo tenerent, et occiderent.
5 Dicebant autem : Non in die festo, ne forte tumultus fieret in populo.
6 Cum autem Jesus esset in Bethania in domo Simonis leprosi,
7 accessit ad eum mulier habens alabastrum unguenti pretiosi, et effudit super caput ipsius recumbentis.
8 Videntes autem discipuli, indignati sunt, dicentes : Ut quid perditio hæc ?
9 potuit enim istud venundari multo, et dari pauperibus.
10 Sciens autem Jesus, ait illis : Quid molesti estis huic mulieri ? opus enim bonum operata est in me.
11 Nam semper pauperes habetis vobiscum : me autem non semper habetis.
12 Mittens enim hæc unguentum hoc in corpus meum, ad sepeliendum me fecit.
13 Amen dico vobis, ubicumque prædicatum fuerit hoc Evangelium in toto mundo, dicetur et quod hæc fecit in memoriam ejus.
14 Tunc abiit unus de duodecim, qui dicebatur Judas Iscariotes, ad principes sacerdotum :
15 et ait illis : Quid vultis mihi dare, et ego vobis eum tradam ? At illi constituerunt ei triginta argenteos.
16 Et exinde quærebat opportunitatem ut eum traderet.
17 Prima autem die azymorum accesserunt discipuli ad Jesum, dicentes : Ubi vis paremus tibi comedere Pascha ?
18 At Jesus dixit : Ite in civitatem ad quemdam, et dicite ei : Magister dicit : Tempus meum prope est, apud te facio Pascha cum discipulis meis.
19 Et fecerunt discipuli sicut constituit illis Jesus, et paraverunt Pascha.
20 Vespere autem facto, discumbebat cum duodecim discipulis suis.
21 Et edentibus illis, dixit : Amen dico vobis, quia unus vestrum me traditurus est.
22 Et contristati valde, cœperunt singuli dicere : Numquid ego sum Domine ?
23 At ipse respondens, ait : Qui intingit mecum manum in paropside, hic me tradet.
24 Filius quidem hominis vadit, sicut scriptum est de illo : væ autem homini illi, per quem Filius hominis tradetur ! bonum erat ei, si natus non fuisset homo ille.
25 Respondens autem Judas, qui tradidit eum, dixit : Numquid ego sum Rabbi ? Ait illi : Tu dixisti.
26 Cœnantibus autem eis, accepit Jesus panem, et benedixit, ac fregit, deditque discipulis suis, et ait : Accipite, et comedite : hoc est corpus meum.
27 Et accipiens calicem, gratias egit : et dedit illis, dicens : Bibite ex hoc omnes.
28 Hic est enim sanguis meus novi testamenti, qui pro multis effundetur in remissionem peccatorum.
29 Dico autem vobis : non bibam amodo de hoc genimine vitis usque in diem illum, cum illud bibam vobiscum novum in regno Patris mei.
30 Et hymno dicto, exierunt in montem Oliveti.
31 Tunc dicit illis Jesus : Omnes vos scandalum patiemini in me in ista nocte. Scriptum est enim : Percutiam pastorem, et dispergentur oves gregis.
32 Postquam autem resurrexero, præcedam vos in Galilæam.
33 Respondens autem Petrus, ait illi : Et si omnes scandalizati fuerint in te, ego numquam scandalizabor.
34 Ait illi Jesus : Amen dico tibi, quia in hac nocte, antequam gallus cantet, ter me negabis.
35 Ait illi Petrus : Etiamsi oportuerit me mori tecum, non te negabo. Similiter et omnes discipuli dixerunt.
36 Tunc venit Jesus cum illis in villam, quæ dicitur Gethsemani, et dixit discipulis suis : Sedete hic donec vadam illuc, et orem.
37 Et assumpto Petro, et duobus filiis Zebedæi, cœpit contristari et mœstus esse.
38 Tunc ait illis : Tristis est anima mea usque ad mortem : sustinete hic, et vigilate mecum.
39 Et progressus pusillum, procidit in faciem suam, orans, et dicens : Pater mi, si possibile est, transeat a me calix iste : verumtamen non sicut ego volo, sed sicut tu.
40 Et venit ad discipulos suos, et invenit eos dormientes, et dicit Petro : Sic non potuistis una hora vigilare mecum ?
41 Vigilate, et orate ut non intretis in tentationem. Spiritus quidem promptus est, caro autem infirma.
42 Iterum secundo abiit, et oravit, dicens : Pater mi, si non potest hic calix transire nisi bibam illum, fiat voluntas tua.
43 Et venit iterum, et invenit eos dormientes : erant enim oculi eorum gravati.
44 Et relictis illis, iterum abiit, et oravit tertio, eumdem sermonem dicens.
45 Tunc venit ad discipulos suos, et dicit illis : Dormite jam, et requiescite : ecce appropinquavit hora, et Filius hominis tradetur in manus peccatorum.
46 Surgite, eamus : ecce appropinquavit qui me tradet.
47 Adhuc eo loquente, ecce Judas unus de duodecim venit, et cum eo turba multa cum gladiis et fustibus, missi a principibus sacerdotum, et senioribus populi.
48 Qui autem tradidit eum, dedit illis signum, dicens : Quemcumque osculatus fuero, ipse est, tenete eum.
49 Et confestim accedens ad Jesum, dixit : Ave Rabbi. Et osculatus est eum.
50 Dixitque illi Jesus : Amice, ad quid venisti ? Tunc accesserunt, et manus injecerunt in Jesum, et tenuerunt eum.
51 Et ecce unus ex his qui erant cum Jesu, extendens manum, exemit gladium suum, et percutiens servum principis sacerdotum amputavit auriculam ejus.
52 Tunc ait illi Jesus : Converte gladium tuum in locum suum : omnes enim, qui acceperint gladium, gladio peribunt.
53 An putas, quia non possum rogare patrem meum, et exhibebit mihi modo plusquam duodecim legiones angelorum ?
54 Quomodo ergo implebuntur Scripturæ, quia sic oportet fieri ?
55 In illa hora dixit Jesus turbis : Tamquam ad latronem existis cum gladiis et fustibus comprehendere me : quotidie apud vos sedebam docens in templo, et non me tenuistis.
56 Hoc autem totum factum est, ut adimplerentur Scripturæ prophetarum. Tunc discipuli omnes, relicto eo, fugerunt.
57 At illi tenentes Jesum, duxerunt ad Caipham principem sacerdotum, ubi scribæ et seniores convenerant.
58 Petrus autem sequebatur eum a longe, usque in atrium principis sacerdotum. Et ingressus intro, sedebat cum ministris, ut videret finem.
59 Principes autem sacerdotum, et omne concilium, quærebant falsum testimonium contra Jesum, ut eum morti traderent :
60 et non invenerunt, cum multi falsi testes accessissent. Novissime autem venerunt duo falsi testes,
61 et dixerunt : Hic dixit : Possum destruere templum Dei, et post triduum reædificare illud.
62 Et surgens princeps sacerdotum, ait illi : Nihil respondes ad ea, quæ isti adversum te testificantur ?
63 Jesus autem tacebat. Et princeps sacerdotum ait illi : Adjuro te per Deum vivum, ut dicas nobis si tu es Christus Filius Dei.
64 Dicit illi Jesus : Tu dixisti. Verumtamen dico vobis, amodo videbitis Filium hominis sedentem a dextris virtutis Dei, et venientem in nubibus cæli.
65 Tunc princeps sacerdotum scidit vestimenta sua, dicens : Blasphemavit : quid adhuc egemus testibus ? ecce nunc audistis blasphemiam :
66 quid vobis videtur ? At illi respondentes dixerunt : Reus est mortis.
67 Tunc exspuerunt in faciem ejus, et colaphis eum ceciderunt, alii autem palmas in faciem ejus dederunt,
68 dicentes : Prophetiza nobis Christe, quis est qui te percussit ?
69 Petrus vero sedebat foris in atrio : et accessit ad eum una ancilla, dicens : Et tu cum Jesu Galilæo eras.
70 At ille negavit coram omnibus, dicens : Nescio quid dicis.
71 Exeunte autem illo januam, vidit eum alia ancilla, et ait his qui erant ibi : Et hic erat cum Jesu Nazareno.
72 Et iterum negavit cum juramento : Quia non novi hominem.
73 Et post pusillum accesserunt qui stabant, et dixerunt Petro : Vere et tu ex illis es : nam et loquela tua manifestum te facit.
74 Tunc cœpit detestari et jurare quia non novisset hominem. Et continuo gallus cantavit.
75 Et recordatus est Petrus verbi Jesu, quod dixerat : Priusquam gallus cantet, ter me negabis. Et egressus foras, flevit amare.

Matthieu 27


1 Mane autem facto, consilium inierunt omnes principes sacerdotum et seniores populi adversus Jesum, ut eum morti traderent.
2 Et vinctum adduxerunt eum, et tradiderunt Pontio Pilato præsidi.
3 Tunc videns Judas, qui eum tradidit, quod damnatus esset, pœnitentia ductus, retulit triginta argenteos principibus sacerdotum, et senioribus,
4 dicens : Peccavi, tradens sanguinem justum. At illi dixerunt : Quid ad nos ? tu videris.
5 Et projectis argenteis in templo, recessit : et abiens laqueo se suspendit.
6 Principes autem sacerdotum, acceptis argenteis, dixerunt : Non licet eos mittere in corbonam : quia pretium sanguinis est.
7 Consilio autem inito, emerunt ex illis agrum figuli, in sepulturam peregrinorum.
8 Propter hoc vocatus est ager ille, Haceldama, hoc est, Ager sanguinis, usque in hodiernum diem.
9 Tunc impletum est quod dictum est per Jeremiam prophetam, dicentem : Et acceperunt triginta argenteos pretium appretiati, quem appretiaverunt a filiis Israël :
10 et dederunt eos in agrum figuli, sicut constituit mihi Dominus.
11 Jesus autem stetit ante præsidem, et interrogavit eum præses, dicens : Tu es rex Judæorum ? Dicit illi Jesus : Tu dicis.
12 Et cum accusaretur a principibus sacerdotum et senioribus, nihil respondit.
13 Tunc dicit illi Pilatus : Non audis quanta adversum te dicunt testimonia ?
14 Et non respondit ei ad ullum verbum, ita ut miraretur præses vehementer.
15 Per diem autem solemnem consueverat præses populo dimittere unum vinctum, quem voluissent :
16 habebat autem tunc vinctum insignem, qui dicebatur Barabbas.
17 Congregatis ergo illis, dixit Pilatus : Quem vultis dimittam vobis : Barabbam, an Jesum, qui dicitur Christus ?
18 Sciebat enim quod per invidiam tradidissent eum.
19 Sedente autem illo pro tribunali, misit ad eum uxor ejus, dicens : Nihil tibi, et justo illi : multa enim passa sum hodie per visum propter eum.
20 Principes autem sacerdotum et seniores persuaserunt populis ut peterent Barabbam, Jesum vero perderent.
21 Respondens autem præses, ait illis : Quem vultis vobis de duobus dimitti ? At illi dixerunt : Barabbam.
22 Dicit illis Pilatus : Quid igitur faciam de Jesu, qui dicitur Christus ?
23 Dicunt omnes : Crucifigatur. Ait illis præses : Quid enim mali fecit ? At illi magis clamabant dicentes : Crucifigatur.
24 Videns autem Pilatus quia nihil proficeret, sed magis tumultus fieret : accepta aqua, lavit manus coram populo, dicens : Innocens ego sum a sanguine justi hujus : vos videritis.
25 Et respondens universus populus, dixit : Sanguis ejus super nos, et super filios nostros.
26 Tunc dimisit illis Barabbam : Jesum autem flagellatum tradidit eis ut crucifigeretur.
27 Tunc milites præsidis suscipientes Jesum in prætorium, congregaverunt ad eum universam cohortem :
28 et exuentes eum, chlamydem coccineam circumdederunt ei,
29 et plectentes coronam de spinis, posuerunt super caput ejus, et arundinem in dextera ejus. Et genu flexo ante eum, illudebant ei, dicentes : Ave rex Judæorum.
30 Et exspuentes in eum, acceperunt arundinem, et percutiebant caput ejus.
31 Et postquam illuserunt ei, exuerunt eum chlamyde, et induerunt eum vestimentis ejus, et duxerunt eum ut crucifigerent.
32 Exeuntes autem invenerunt hominem Cyrenæum, nomine Simonem : hunc angariaverunt ut tolleret crucem ejus.
33 Et venerunt in locum qui dicitur Golgotha, quod est Calvariæ locus.
34 Et dederunt ei vinum bibere cum felle mistum. Et cum gustasset, noluit bibere.
35 Postquam autem crucifixerunt eum, diviserunt vestimenta ejus, sortem mittentes : ut impleretur quod dictum est per prophetam dicentem : Diviserunt sibi vestimenta mea, et super vestem meam miserunt sortem.
36 Et sedentes servabant eum.
37 Et imposuerunt super caput ejus causam ipsius scriptam : Hic est Jesus rex Judæorum.
38 Tunc crucifixi sunt cum eo duo latrones : unus a dextris, et unus a sinistris.
39 Prætereuntes autem blasphemabant eum moventes capita sua,
40 et dicentes : Vah ! qui destruis templum Dei, et in triduo illud reædificas : salva temetipsum : si Filius Dei es, descende de cruce.
41 Similiter et principes sacerdotum illudentes cum scribis et senioribus dicebant :
42 Alios salvos fecit, seipsum non potest salvum facere : si rex Israël est, descendat nunc de cruce, et credimus ei :
43 confidit in Deo : liberet nunc, si vult eum : dixit enim : Quia Filius Dei sum.
44 Idipsum autem et latrones, qui crucifixi erant cum eo, improperabant ei.
45 A sexta autem hora tenebræ factæ sunt super universam terram usque ad horam nonam.
46 Et circa horam nonam clamavit Jesus voce magna, dicens : Eli, Eli, lamma sabacthani ? hoc est : Deus meus, Deus meus, ut quid dereliquisti me ?
47 Quidam autem illic stantes, et audientes, dicebant : Eliam vocat iste.
48 Et continuo currens unus ex eis, acceptam spongiam implevit aceto, et imposuit arundini, et dabat ei bibere.
49 Ceteri vero dicebant : Sine, videamus an veniat Elias liberans eum.
50 Jesus autem iterum clamans voce magna, emisit spiritum.
51 Et ecce velum templi scissum est in duas partes a summo usque deorsum : et terra mota est, et petræ scissæ sunt,
52 et monumenta aperta sunt : et multa corpora sanctorum, qui dormierant, surrexerunt.
53 Et exeuntes de monumentis post resurrectionem ejus, venerunt in sanctam civitatem, et apparuerunt multis.
54 Centurio autem, et qui cum eo erant, custodientes Jesum, viso terræmotu, et his quæ fiebant, timuerunt valde, dicentes : Vere Filius Dei erat iste.
55 Erant autem ibi mulieres multæ a longe, quæ secutæ erant Jesum a Galilæa, ministrantes ei :
56 inter quas erat Maria Magdalene, et Maria Jacobi, et Joseph mater, et mater filiorum Zebedæi.
57 Cum autem sero factum esset, venit quidam homo dives ab Arimathæa, nomine Joseph, qui et ipse discipulus erat Jesu :
58 hic accessit ad Pilatum, et petiit corpus Jesu. Tunc Pilatus jussit reddi corpus.
59 Et accepto corpore, Joseph involvit illud in sindone munda,
60 et posuit illud in monumento suo novo, quod exciderat in petra. Et advolvit saxum magnum ad ostium monumenti, et abiit.
61 Erant autem ibi Maria Magdalene, et altera Maria, sedentes contra sepulchrum.
62 Altera autem die, quæ est post Parasceven, convenerunt principes sacerdotum et pharisæi ad Pilatum,
63 dicentes : Domine, recordati sumus, quia seductor ille dixit adhuc vivens : Post tres dies resurgam.
64 Jube ergo custodiri sepulchrum usque in diem tertium : ne forte veniant discipuli ejus, et furentur eum, et dicant plebi : Surrexit a mortuis : et erit novissimus error pejor priore.
65 Ait illis Pilatus : Habetis custodiam, ite, custodite sicut scitis.
66 Illi autem abeuntes, munierunt sepulchrum, signantes lapidem, cum custodibus.

Matthieu 28


1 Vespere autem sabbati, quæ lucescit in prima sabbati, venit Maria Magdalene, et altera Maria, videre sepulchrum.
2 Et ecce terræmotus factus est magnus. Angelus enim Domini descendit de cælo : et accedens revolvit lapidem, et sedebat super eum :
3 erat autem aspectus ejus sicut fulgur : et vestimentum ejus sicut nix.
4 Præ timore autem ejus exterriti sunt custodes, et facti sunt velut mortui.
5 Respondens autem angelus dixit mulieribus : Nolite timere vos : scio enim, quod Jesum, qui crucifixus est, quæritis.
6 Non est hic : surrexit enim, sicut dixit : venite, et videte locum ubi positus erat Dominus.
7 Et cito euntes, dicite discipulis ejus quia surrexit : et ecce præcedit vos in Galilæam : ibi eum videbitis : ecce prædixi vobis.
8 Et exierunt cito de monumento cum timore et gaudio magno, currentes nuntiare discipulis ejus.
9 Et ecce Jesus occurrit illis, dicens : Avete. Illæ autem accesserunt, et tenuerunt pedes ejus, et adoraverunt eum.
10 Tunc ait illis Jesus : Nolite timere : ite, nuntiate fratribus meis ut eant in Galilæam ; ibi me videbunt.
11 Quæ cum abiissent, ecce quidam de custodibus venerunt in civitatem, et nuntiaverunt principibus sacerdotum omnia quæ facta fuerant.
12 Et congregati cum senioribus consilio accepto, pecuniam copiosam dederunt militibus,
13 dicentes : Dicite quia discipuli ejus nocte venerunt, et furati sunt eum, nobis dormientibus.
14 Et si hoc auditum fuerit a præside, nos suadebimus ei, et securos vos faciemus.
15 At illi, accepta pecunia, fecerunt sicut erant edocti. Et divulgatum est verbum istud apud Judæos, usque in hodiernum diem.
16 Undecim autem discipuli abierunt in Galilæam in montem ubi constituerat illis Jesus.
17 Et videntes eum adoraverunt : quidam autem dubitaverunt.
18 Et accedens Jesus locutus est eis, dicens : Data est mihi omnis potestas in cælo et in terra :
19 euntes ergo docete omnes gentes : baptizantes eos in nomine Patris, et Filii, et Spiritus Sancti :
20 docentes eos servare omnia quæcumque mandavi vobis : et ecce ego vobiscum sum omnibus diebus, usque ad consummationem sæculi.

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées