Lueur.org - Un éclairage sur la foi

Comparer

1 Corinthiens 10:1-13

TR1550 1 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον

TR1550 2 καὶ πάντες εἰς τὸν μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ

TR1550 3 καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον

TR1550 4 καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας ἡ δὲ πέτρα ἦν ὁ χριστός

TR1550 5 ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ

TR1550 6 ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν

TR1550 7 μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥς γέγραπται ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν

TR1550 8 μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσον ἕν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες

TR1550 9 μηδὲ ἐκπειράζωμεν τὸν χριστόν καθὼς καί τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο

TR1550 10 μηδὲ γογγύζετε καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ

TR1550 11 ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν

TR1550 12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ

TR1550 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστὸς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées