Lueur.org - Un éclairage sur la foi

Comparer

1 Timothée 5:17-25

TR1550 17 οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ

TR1550 18 λέγει γὰρ ἡ γραφή βοῦν ἀλοῶντα οὐ φιμώσεις καί Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ

TR1550 19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων

TR1550 20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν

TR1550 21 διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ κυρίου ἰησοῦ χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος μηδὲν ποιῶν κατὰ πρόσκλισιν

TR1550 22 χεῖρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις σεαυτὸν ἁγνὸν τήρει

TR1550 23 μηκέτι ὑδροπότει ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον σου καὶ τὰς πυκνάς σοῦ ἀσθενείας

TR1550 24 τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν τισὶν δὲ καὶ ἐπακολουθοῦσιν

TR1550 25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλα ἐστίν καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται

La versification des traductions pouvant varier, l'alignement ne correspond parfois pas à la même phrase.

Afficher une version unique pour accéder aux notes et références croisées